Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.115-2.179
Lycophron, Ἀλεξάνδρα 2.115-179
Not analysed yet
ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις
στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται
καὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενος
ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίαν
Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,
ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—
κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·
ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
ἄσιτα κὰδώρητα φορμίζων μέλη·
κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός
νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,
Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος
ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη.
ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
φυγόντα Ναυμέδοντος ἁρπακτήριον
ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας
λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,
τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,
γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος
ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
φερωνύμους ἔδυψε Νηρέως τάφους,
πανώλεθρον κηλῖδα θωύξας γένει,
ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην.
τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεται
κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων
τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης
λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς,
μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.