Ancient Greek
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.348-2.402
Lycophron, Ἀλεξάνδρα 2.348-402
Not analysed yet
ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,
ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
ἄνις τεράμνων εἰς ἀνώροφον στέγην
εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι
τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων.
ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης
γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων
Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,
οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς
θερμοῖς τεκόντων δακρύοις λελουμένας
παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων
γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
δίναις παλιρροίοισιν ἕλκοντος σάλου,
ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,
ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου
σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ
αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ
στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,
ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
κόκκυγα κομπάζοντα μαψαύρας στόβους.
ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυν
δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
κρύψει κατοικτίσασα Νησαίας κάσις,
δίσκου μεγίστου τάρροθος Κυναιθέως.
τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.