Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0341.tlg002.perseus-grc2, lines 2.403-2.461
Lycophron, Ἀλεξάνδρα 2.403-461
Not analysed yet
τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
λυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,
ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,
ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύων
πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,
ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι,
οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
νήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι,
παῶν ἔρημοι δεξιώσονται τάφους.
τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,
τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν·
τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
συὸς παραπλαγχθέντα θηλείας τόκων,
ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων
σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον·
τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·
τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,
ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.
δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες
δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας
δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.
Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος
Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ
χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,
σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.