Ancient Greek · ~11 min
Section 100
Lycurgus, Κατὰ Λεωκράτους 100
Not analysed yet
διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τʼ ἄλλʼ ὢν ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα. Ῥῆσις Εὐριπίδου τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερον ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίαις διαφοραῖς ἐκτισμέναι ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δʼ ἀπʼ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δʼ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδʼ ἕκατι τίκτομεν, ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα. πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος τὸ μεῖζον οὑνὸς οἶκος οὐ πλεῖον σθένει πταίσας ἁπάσης πόλεος, οὐδʼ ἴσον φέρει. εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός, θάνατον προταρβοῦσʼ; ἀλλʼ. ἔμοιγʼ εἴη τέκνα, ἃ καὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι, μὴ σχήματʼ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντʼ ἢ παρῄνεσαν κακά. καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην· τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ πόλεως θανούσῃ τῆσδʼ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν πλὴν ἢ φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκοῦν ἅπαντα τοὔν γʼ ἐμοὶ σωθήσεται· ἄρξουσιν ἄλλοι, τήνδʼ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δʼ οὗ τὸ πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ, προγόνων παλαιὰ θέσμιʼ ὅστις ἐκβαλεῖ· οὐδʼ ἀντʼ ἐλάας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῇξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται. χρῆσθʼ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτʼ· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν. Euripides, Erechtheus