Ancient Greek · ~1 min
Section 103
Lycurgus, Κατὰ Λεωκράτους 103
Not analysed yet
Ἕκτωρ γὰρ τοῖς Τρωσὶ παρακελευόμενος ὑπὲρ τῆς πατρίδος τάδʼ εἴρηκεν· ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶ διαμπερές. ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ, τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ νήπια τέκνα, καὶ κλῆρος καὶ οἶκος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. Hom. Il. 15. 494