Ancient Greek
Section 109
Lycurgus, Κατὰ Λεωκράτους 109
Not analysed yet
τοιγαροῦν ἐπὶ τοῖς ἠρίοις μαρτύρια ἔστιν ἰδεῖν τῆς ἀρετῆς αὐτῶν ἀναγεγραμμένα ἀληθῆ πρὸς ἅπαντας τοὺς Ἕλληνας, ἐκείνοις μέν· ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις, Simonides τοῖς δʼ ὑμετέροις προγόνοις· Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν. Simonides