Ancient Greek
Section 112
Lycurgus, Κατὰ Λεωκράτους 112
Not analysed yet
Φρυνίχου γὰρ ἀποσφαγέντος νύκτωρ παρὰ τὴν κρήνην τὴν ἐν τοῖς οἰσύοις ὑπὸ Ἀπολλοδώρου καὶ Θρασυβούλου, καὶ τούτων ληφθέντων καὶ εἰς τὸ δεσμωτήριον ἀποτεθέντων ὑπὸ τῶν τοῦ Φρυνίχου φίλων, αἰσθόμενος ὁ δῆμος τὸ γεγονὸς τούς τε εἱρχθέντας ἐξήγαγε, καὶ βασάνων γενομένων ἀνέκρινε, καὶ ζητῶν τὸ πρᾶγμα εὗρε τὸν μὲν Φρύνιχον προδιδόντα τὴν πόλιν, τοὺς δʼ ἀποκτείναντας αὐτὸν ἀδίκως