Ancient Greek · ~2 min
Section 116
Lycurgus, Κατὰ Λεωκράτους 116
Not analysed yet
καὶ τοσοῦτόν γʼ ἔσεσθε τῶν προγόνων χείρους ὅσον ἐκεῖνοι μὲν τοὺς λόγῳ μόνον τῷ προδότῃ βοηθήσαντας ταῖς ἐσχάταις τιμωρίαις μετῆλθον, ὑμεῖς δὲ αὐτὸν τὸν ἔργῳ καὶ οὐ λόγῳ τὸν δῆμον ἐγκαταλιπόντα ὡς οὐδὲν ἀδικοῦντα ἀφήσετε; μὴ δῆτα, ὦ ἄνδρες δικασταί, οὔτε γὰρ ὅσιον ὑμῖν οὔτε πάτριον, ἀναξίως ὑμῶν αὐτῶν ψηφίζεσθε. καὶ γὰρ εἰ μὲν ἕν τι τοιοῦτον γεγονὸς ἦν ψήφισμα, εἶχεν ἄν τις εἰπεῖν ὡς διʼ ὀργὴν μᾶλλον ἢ διʼ ἀλήθειαν ἐποιήσαντο· ὅταν δὲ παρὰ πάντων ὁμοίως εἰληφότες ὦσι τὴν αὐτὴν τιμωρίαν, πῶς οὐκ εὔδηλον ὅτι φύσει πᾶσι τοῖς τοιούτοις ἔργοις ἐπολέμουν;