Ancient Greek
Section 13
Lycurgus, Κατὰ Λεωκράτους 13
Not analysed yet
πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγματος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην τὴν ψῆφον ἐνεγκεῖν. ἀδύνατον γάρ ἐστι τοὺς μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον.