Ancient Greek · ~1 min
Section 132
Lycurgus, Κατὰ Λεωκράτους 132
Not analysed yet
τὰ γοῦν πετεινά, ἃ μάλιστα πέφυκε πρὸς τάχος, ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέλοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν· οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον, ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν. unknown ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε.