Ancient Greek
Section 134
Lycurgus, Κατὰ Λεωκράτους 134
Not analysed yet
καίτοι τὸν ὑπὸ τῶν μηδὲν ἀδικουμένων μισούμενον καὶ ἐξελαυνόμενον τί δεῖ παθεῖν ὑφʼ ὑμῶν τῶν τὰ δεινότατα πεπονθότων; ἆρʼ οὐ τῆς ἐσχάτης τιμωρίας τυγχάνειν; καὶ μήν, ὦ ἄνδρες, τῶν πώποτε προδοτῶν δικαιότατʼ ἂν Λεωκράτης, εἴ τις μείζων εἴη τιμωρία θανάτου, ταύτην ὑπόσχοι. οἱ μὲν γὰρ ἄλλοι προδόται, μέλλοντες ἀδικεῖν ὅταν ληφθῶσι, τιμωρίαν ὑπέχουσιν· οὗτος δὲ μόνος διαπεπραγμένος ἕπερ ἐπεχείρησε, τὴν πόλιν ἐγκαταλιπὼν κρίνεται.