Ancient Greek · ~1 min
Section 137
Lycurgus, Κατὰ Λεωκράτους 137
Not analysed yet
διὸ καὶ πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες, ἐρωτῶντες διὰ τί οὐκ ἐνέγραψα τοῦτο εἰς τὴν εἰσαγγελίαν, προδεδωκέναι τὴν εἰκόνα τὴν τοῦ πατρὸς τὴν ἐν τῷ τοῦ Διὸς τοῦ σωτῆρος ἀνακειμένην. ἐγὼ δʼ, ὦ ἄνδρες, οὐκ ἠγνόουν τοῦτο τἀδίκημʼ ἄξιον ὂν τῆς μεγίστης τιμωρίας, ἀλλʼ οὐχ ἡγούμην δεῖν περὶ προδοσίας τοῦτον κρίνων ὄνομα Διὸς σωτῆρος ἐπιγράψαι πρὸς τὴν εἰσαγγελίαν.