Ancient Greek
Section 144
Lycurgus, Κατὰ Λεωκράτους 144
Not analysed yet
ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι. ποία δʼ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον ἡ τῶν πρεσβυτέρων; ἀλλʼ οὐδὲ γηροτροφηθῆναι οὐδʼ ἐν ἐλευθέρῳ τῷ ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθʼ αὑτὸν μέρος παρέδωκεν. ἀλλʼ ἡ τῶν νεωτέρων; καὶ τίς ἂν ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷ συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν μετασχόντων, σώσειε τὸν τὰς ἐκείνων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιαν καταγνοίη, τὸν δʼ ἐγκαταλιπόντα τὴν πατρίδα ὡς εὖ φρονοῦντα ἀθῷον ἀφείη;