Ancient Greek · ~2 min
Section 15
Lycurgus, Κατὰ Λεωκράτους 15
Not analysed yet
οἳ πᾶσαν τὴν οἰκουμένην περιπλέοντες διʼ ἐργασίαν ἀπήγγελλον ἅμα περὶ τῆς πόλεως ἃ Λεωκράτους ἠκηκόεσαν. ὥστε περὶ πολλοῦ ποιητέον ἐστὶν ὀρθῶς βουλεύσασθαι περὶ αὐτοῦ. εὖ γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ὅτι ᾧ πλεῖστον διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτου πλεῖστον ἀμελεῖν δόξαιτʼ ἂν εἰ τὴν παρʼ ὑμῶν οὗτος διαφύγοι τιμωρίαν.