Ancient Greek
Section 19
Lycurgus, Κατὰ Λεωκράτους 19
Not analysed yet
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας ἁπάντων, πρῶτον μὲν τὰς τῶν γειτόνων καὶ τῶν ἐν τῷ τόπῳ τούτῳ κατοικούντων, οἳ τοῦτον ἴσασιν ἐν τῷ πολέμῳ φυγόντα καὶ ἐκπλεύσαντα Ἀθήνηθεν, ἔπειτα τῶν παραγενομένων εἰς Ῥόδον ὅτε Λεωκράτης ταῦτʼ ἀπήγγελλε, μετὰ δὲ ταῦτα τὴν Φυρκίνου μαρτυρίαν, ὃν καὶ ὑμῶν ἴσασιν οἱ πολλοὶ κατηγοροῦντα ἐν τῷ δήμῳ τούτου, ὡς καὶ μεγάλα καταβεβλαφὼς εἴη τὴν πεντηκοστήν, μετέχων αὐτῆς.