Ancient Greek · ~1 min
Section 22
Lycurgus, Κατὰ Λεωκράτους 22
Not analysed yet
καὶ οὕτως αὑτοῦ κατεγνώκει ἀίδιον φυγὴν ὥστε μεταπεμψάμενος ἐντεῦθεν Ἀμύνταν τὸν τὴν ἀδελφὴν ἔχοντα αὐτοῦ τὴν πρεσβυτέραν καὶ τῶν φίλων Ἀντιγένην Ξυπεταιόνα, καὶ δεηθεὶς τοῦ κηδεστοῦ πρίασθαι παρʼ αὑτοῦ τἀνδράποδα καὶ τὴν οἰκίαν, ἀποδόσθαι ταλάντου, κἀπὸ τούτου προσέταξε τοῖς τε χρήσταις ἀποδοῦναι τὰ ὀφειλόμενα καὶ τοὺς ἐράνους διενεγκεῖν, τὸ δὲ λοιπὸν αὑτῷ ἀποδοῦναι.