Ancient Greek · ~2 min
Section 28
Lycurgus, Κατὰ Λεωκράτους 28
Not analysed yet
καὶ ταῦτα δʼ, ὦ ἄνδρες, ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώσοντας ἔλεγχον μαρτυρεῖν ἀλλὰ δεδωκότας. προὐκαλεσάμην γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γράψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ᾗ προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν. καὶ μοι λέγε ταύτην.