Ancient Greek
Section 38
Lycurgus, Κατὰ Λεωκράτους 38
Not analysed yet
ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρήματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ τὰ ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν ὥστε κατὰ τὴν τούτου προαίρεσιν ἔρημοι μὲν ἦσαν οἱ νεῴ, ἔρημοι δʼ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλειπτο δʼ ἡ πόλις καὶ ἡ χώρα.