Ancient Greek · ~2 min
Section 40
Lycurgus, Κατὰ Λεωκράτους 40
Not analysed yet
ὁρᾶν δʼ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δʼ ὑπὲρ πατρός, τὰς δʼ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δʼ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθʼ ὅλην τὴν πόλιν τότʼ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, διπλᾶ τὰ ἱμάτια ἐμπεπορπημένους;