Ancient Greek · ~2 min
Section 42
Lycurgus, Κατὰ Λεωκράτους 42
Not analysed yet
τοσαύτῃ δʼ ἡ πόλις ἐκέχρητο μεταβολῇ ὥστε πρότερον μὲν ὑπὲρ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι, ἐν δὲ τοῖς τότε χρόνοις ἀγαπᾶν, ἐὰν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἀσφαλῶς δύνηται διακινδυνεῦσαι, καὶ πρότερον μὲν πολλῆς χώρας τῶν βαρβάρων ἐπάρχειν, τότε δὲ πρὸς Μακεδόνας ὑπὲρ τῆς ἰδίας κινδυνεύειν· καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, οὗτος ἐδεῖτο τῶν ἐξ Ἄνδρου καὶ Κέω καὶ Τροζῆνος καὶ Ἐπιδαύρου ἐπικουρίαν αὑτῷ μεταπέμψασθαι. ὥστε,