Ancient Greek · ~2 min
Section 44
Lycurgus, Κατὰ Λεωκράτους 44
Not analysed yet
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους οὐκ ἔστιν ἥτις ἡλικία οὐ παρέσχεν ἑαυτὴν εἰς τὴν τῆς πόλεως σωτηρίαν, ὅθʼ ἡ μὲν χώρα τὰ δένδρα συνεβάλλετο, οἱ δὲ τετελευτηκότες τὰς θήκας, οἱ δὲ νεῲ τὰ ὅπλα. ἐπεμελοῦντο γὰρ οἱ μὲν τῆς τῶν τειχῶν κατασκευῆς, οἱ δὲ τῆς τῶν τάφρων, οἱ δὲ τῆς χαρακώσεως· οὐδεὶς δʼ ἦν ἀργὸς τῶν ἐν τῇ πόλει. ἐφʼ ὧν οὐδενὸς τὸ σῶμα τὸ ἑαυτοῦ παρέσχε τάξαι Λεωκράτης.