Ancient Greek
Section 58
Lycurgus, Κατὰ Λεωκράτους 58
Not analysed yet
ἄξιον δʼ ἐστὶν οὐ μόνον αὐτῷ διὰ τὴν πρᾶξιν ὀργίζεσθαι ταύτην, ἀλλὰ καὶ διὰ τὸν λόγον τοῦτον· φανερῶς γὰρ ψεύδεσθαι τετόλμηκεν. οὔτε γὰρ πρότερον οὐδεπώποτε ἐγένετο ἐπὶ ταύτης τῆς ἐργασίας, ἀλλʼ ἐκέκτητο χαλκοτύπους, οὔτε τότʼ ἐκπλεύσας οὐδὲν εἰσήγαγεν ἐκ Μεγάρων, ἓξ ἔτη συνεχῶς ἀποδημήσας. ἔτι δὲ καὶ τῆς πεντηκοστῆς μετέχων ἐτύγχανεν, ἣν οὐκ ἂν καταλιπὼν κατʼ ἐμπορίαν ἀπεδήμει. ὥστʼ ἂν μέν τι περὶ τούτων λέγῃ, οὐδʼ ὑμᾶς ἐπιτρέψειν αὐτῷ νομίζω.