Ancient Greek
Section 60
Lycurgus, Κατὰ Λεωκράτους 60
Not analysed yet
καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ τρόπον οὗτος ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δʼ ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται πάντα διʼ ὧν ἄν τις εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει πέρας ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.