Ancient Greek
Section 71
Lycurgus, Κατὰ Λεωκράτους 71
Not analysed yet
ἦ που ταχέως ἂν ἠνέσχετό τις ἐκείνων τῶν ἀνδρῶν τοιοῦτον ἔργον, ἀλλʼ οὐκ ἂν κατέλευσαν τὸν καταισχύνοντα τὴν αὑτῶν ἀριστείαν. οὕτω γοῦν ἐφίλουν τὴν πατρίδα πάντες ὥστε τὸν παρὰ Ξέρξου πρεσβευτὴν Ἀλέξανδρον, φίλον ὄντα αὐτοῖς πρότερον, ὅτι γῆν καὶ ὕδωρ ᾔτησε, μικροῦ δεῖν κατέλευσαν. ὅπου δὲ καὶ τοῦ λόγου τιμωρίαν ἠξίουν λαμβάνειν, ἦ που τὸν ἔργῳ παραδόντα τὴν πόλιν ὑποχείριον τοῖς πολεμίοις οὐ μεγάλαις ἂν ζημίαις ἐκόλασαν.