Ancient Greek · ~4 min
Section 77
Lycurgus, Κατὰ Λεωκράτους 77
Not analysed yet
βούλομαι δʼ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. λέγε, γραμματεῦ. Ὅρκος. —Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα, οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στοιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα, πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων, καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως. καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἴστορες θεοὶ Ἄγραυλος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς, ὅροι τῆς πατρίδος, πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ καλός γʼ, ὦ ἄνδρες, καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρωπος γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος; τίνα δʼ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον ἢ εἰ λαβεῖν μὴ θέλοι καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δʼ οὐ καὶ τὸν παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ σῶμα παρασχών;