Ancient Greek · ~1 min
Section 80
Lycurgus, Κατὰ Λεωκράτους 80
Not analysed yet
διόπερ, ὦ ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτʼ ἔμελλον παραταξάμενοι μάχεσθαι πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρʼ αὑτῶν εὑρόντες, ἀλλὰ μιμησάμενοι τὸν παρʼ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγμένων ὅμως ἱκανῶς ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν.