Ancient Greek · ~1 min
Section 88
Lycurgus, Κατὰ Λεωκράτους 88
Not analysed yet
ἆρά γʼ ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄσκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσὶν ἰσοθέων τιμῶν τετυχηκότες, εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δικαίως ταύτης καὶ τεθνεῶτες ἐκληρονόμουν.