Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_LYCUS_RHEGINUS
LYCUS RHEGINUS, Fragmenta 2
Not analysed yet
Περὶ δὲ τῶν λαρινῶν βοῶν Λύκος μὲν ὁ Ῥγηῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόν φησιν ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην αὐτοὺς τὴν προσηγορίαν ἐσχηκέναι. Εἰσὶ δέ τινες οἳ παρὰ τὸν λάρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι· οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν ̓ ᾖ λαῥινοὺς τοὺς μεγαλορίνους· Ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. Ἄλλως. Τοὺς δὲ Ἠπειρωτικοὺς βοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρίνου βουκόλου, παραλαβόντος παρὰ Ἡρακλέους τὰς Γηρυόνου βοῦς, καὶ θρέψαντος εἰς εὐεξίαν.