Ancient Greek
Dfhg-Source dfhg2_LYCUS_RHEGINUS
LYCUS RHEGINUS, Fragmenta 3
Not analysed yet
Ἁλούσης τῆς Τροίας Διομήδης ἀντὶ βάρους λίθους ἐκ τοῦ τείχους τῆς Τροίας εἰς τὴν ἑαυτοῦ ναῦν ἐνέβαλε. Παραγενόμενος δὲ εἰς τὸ Ἄργος, καὶ μόλις φυγὼν τὸν ἐκ τῆς γαμετῆς αὐτοῦ θάνατον, παρεγένετο εἰς τὴν Ἰταλίαν. Εὑρὼν δὲ τηνικαῦτα τὸν Κολχικὸν δράκοντα λυμαινόμενον τὴν Φαιακίδα ἔκτεινε, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέχων. Ἐνόμισε γὰρ ὁ δράκων τὸ χρυσοῦν εἶναι δέρας τοῦ κριοῦ. Τιμηθεὶς δὲ ὁ Διομήδης ἐπὶ τούτῳ σφόδρα, ἀνδριάντας κατεσκεύασεν ἑαυτοῦ ἐκ τῶν λίθων τῆς Ἰλίου, ὧν ἐνέβαλε τότε εἰς τὴν ναῦν, καὶ ἔστησε τούτους κατὰ πᾶν τὸ ἐκεῖσε πεδίον. Ὕστερον δὲ ἀνελὼν ὁ Δαυνὸς αὐτὸν ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς τὴν θάλεσσαν. Οὗτοι δὲ ἀνεχόμενοι ὑπὸ τῶν κυμάτων πάλιν ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. Ἱστορεῖ δὲ τοῦτο Τίμαιος ὁ Σικελὸς (fr. 13) καὶ Λύκος ἐν τρίτῶ.