Ancient Greek
1
Lynceus Comic., Fragmentum 1
Unproofread scanNot analysed yet
ἐμὲ Ῥόδιος, ἐγὼ δ᾽ ὁ κεκλημένος Περίνδιος· οὐδέτερος ἡμῶν ἤδετα τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γὰρ ἐστιν Ἀττικὴ ὥσπερ ξενικὴ· παρέθηκε πίνακα γὰρ μέγαν, ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ. τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ᾽ ἔχινους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ᾽ ἀντακαίου μικρόν. ἐν ὧφ δ᾽ ἐσθίω, ἕτερος ἐκεῖν᾽, ἐν ὧφ δ᾽ ἐκεῖνος, τοῦτ᾽ ἐγὼ ἠφάνισα· βούλομαι δ᾽ ἐγώ, βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ᾽ ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χεῖλη