Ancient Greek · ~1 min
Section 1
Lysias, κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος 1
Not analysed yet
κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ καὶ τῶν συμπρεσβευτῶν· ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κελεύουσιν, ἐπιλείψει ὑμᾶς ἡ μισθοφορά.