Ancient Greek
Section 16
Lysias, κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος 16
Not analysed yet
νῦν τοίνυν, ὦ ἄνδρες δικασταί, καταψηφισάμενοι Ἐπικράτους τῶν ἐσχάτων τιμήσατε, καὶ μή, ὥσπερ ἐν τῷ τέως χρόνῳ εἰθισμένοι ἐστέ, ἐπειδὰν καταψηφισάμενοι ἐξελέγξητε τοὺς ἀδικοῦντας, ἐν τῷ τιμήματι ἀζημίους ἀφίετε, ἔχθραν, οὐ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνοντες, ὥσπερ τοῦ ὀνείδους ἀλλʼ οὐ τῆς ζημίας αὐτοῖς μέλον, εὖ εἰδότες ὅτι ἐν μὲν τῇ ψήφῳ οὐδὲν ἄλλο ποιεῖτε ἢ ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐν δὲ τῷ τιμήματι τιμωρεῖσθε τοὺς ἐξαμαρτάνοντας.