Ancient Greek · ~1 min
Section 4
Lysias, κατὰ Ἐπικράτους καὶ τῶν συμπρεσβευτῶν ἐπίλογος ὡς Θεόδωρος 4
Not analysed yet
ὃ καὶ ὑμῖν ἔχω ἐπικαλέσαι ὅτι τοῦ αὐτοῦ ἀδικήματος Ὀνομάσαντος μὲν κατεψηφίσασθε, τούτου δὲ ἀπεψηφίσασθε, τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος καὶ τῶν αὐτῶν καταμαρτυρούντων, οἳ οὐχ ἑτέρων ἤκουσαν, ἀλλʼ αὐτοὶ ἦσαν οἱ περὶ τῶν χρημάτων καὶ τῶν δώρων πρὸς τούτους πράττοντες.