Ancient Greek
Section 22
Lysias, κατὰ Ερατοσθένους τοῦ γενομένου τῶν τριάκοντα, ὃν αὐτὸς εἶπε Λυσίας 22
Not analysed yet
καὶ εἰς τοσοῦτόν εἰσι τόλμης ἀφιγμένοι ὥσθʼ ἥκουσιν ἀπολογησόμενοι, καὶ λέγουσιν ὡς οὐδὲν κακὸν οὐδʼ αἰσχρὸν εἰργασμένοι εἰσίν. ἐγὼ δʼ ἐβουλόμην ἂν αὐτοὺς ἀληθῆ λέγειν· μετῆν γὰρ ἂν καὶ ἐμοὶ τούτου τἀγαθοῦ οὐκ ἐλάχιστον μέρος.