Ancient Greek
Section 25
Lysias, κατὰ Ερατοσθένους τοῦ γενομένου τῶν τριάκοντα, ὃν αὐτὸς εἶπε Λυσίας 25
Not analysed yet
ἀπήγαγες Πολέμαρχον ἢ οὔ; τὰ ὑπὸ τῶν ἀρχόντων προσταχθέντα δεδιὼς ἐποίουν. ἦσθα δʼ ἐν τῷ βουλευτηρίῳ, ὅτε οἱ λόγοι ἐγίγνοντο περὶ ἡμῶν; ἦ. πότερον συνηγόρευες τοῖς κελεύουσιν ἀποκτεῖναι ἢ ἀντέλεγες; ἀντέλεγον. ἵνα μὴ ἀποθάνωμεν; ἵνα μὴ ἀποθάνητε. ἡγούμενος ἡμᾶς ἄδικα πάσχειν ἢ δίκαια; ἄδικα.