Ancient Greek
Section 12
Lysias, κατὰ Ἐργοκλέους ἐπίλογος 12
Not analysed yet
οἶμαι δʼ Ἐργοκλέα, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ μὲν Ἁλικαρνασσοῦ καὶ περὶ τῆς ἀρχῆς καὶ περὶ τῶν αὑτῷ πεπραγμένων οὐκ ἐπιχειρήσειν ἀπολογεῖσθαι, ἐρεῖν δὲ ὡς ἀπὸ Φυλῆς κατῆλθε καὶ ὡς δημοτικός ἐστι καὶ ὡς τῶν κινδύνων τῶν ὑμετέρων μετέσχεν. ἐγὼ δέ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ