Ancient Greek · ~1 min
Section 16
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 16
Not analysed yet
ὥστε οὐδένα εἰκὸς αὐτῷ τούτου ὑπόλογον γενέσθαι. τοῦ μὲν γὰρ ὑμᾶς φυγεῖν μέρος τι καὶ οὗτος συνεβάλετο, τοῦ δὲ τοῦτον κατελθεῖν τὸ πλῆθος τὸ ὑμέτερον αἴτιον ἐγένετο. ἔτι δὲ καὶ δεινόν, εἰ ὧν μὲν ἄκων ἔπαθε χάριν αὐτῷ εἴσεσθε, ὧν δʼ ἑκὼν ἐξήμαρτε μηδεμίαν τιμωρίαν ποιήσεσθε.