Ancient Greek · ~1 min
Section 30
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 30
Not analysed yet
καὶ ὃν ἔδει ὑπὸ τοῦ δήμου κρίνεσθαι, οὗτος τὸν δῆμον συγκαταλύσας φαίνεται. νῦν τοίνυν ὑμῖν μεταμελησάτω τῶν πεπραγμένων, καὶ μὴ ὑπὸ τούτων ἀεὶ κακῶς πάσχοντες ἀνέχεσθε, μηδὲ ἰδίᾳ μὲν ὀνειδίζετε τοῖς ἀδικοῦσιν, ἐπειδὰν δʼ ἐξῇ δίκην παρʼ αὐτῶν λαμβάνειν, ἀποψηφίζεσθε.