Ancient Greek · ~1 min
Section 32
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 32
Not analysed yet
δεινὸν δέ μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, εἰ τούτου μὲν ἑνὸς ὄντος καὶ οὐδὲν ὑπὸ τῆς πόλεως ἠδικημένου οὐκ ἐπεχείρησαν δεῖσθαι ὡς χρὴ παύσασθαι εἰς ὑμᾶς ἐξαμαρτάνοντα, ὑμᾶς δὲ τοσούτους ὄντας καὶ ἠδικημένους ὑπὸ τούτου πείθειν ζητήσουσιν ὡς οὐ χρὴ δίκην παρʼ αὐτοῦ λαμβάνειν.