Ancient Greek · ~1 min
Section 34
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 34
Not analysed yet
εὖ δʼ εἰδέναι χρὴ τοὺς αὐτοὺς τούτους, ὅτι πολλὰ δεηθέντες τῶν κατηγόρων ἡμᾶς μὲν οὐδαμῶς ἔπεισαν, τὴν δὲ ὑμετέραν ψῆφον καταπειράσοντες εἰσεληλύθασιν εἰς τὸ δικαστήριον, καὶ ἐλπίζουσιν ὑμᾶς ἐξαπατήσαντες ἄδειαν εἰς τὸν λοιπὸν χρόνον λήψεσθαι τοῦ ποιεῖν ὅ τι ἂν βούλωνται.