Ancient Greek
Section 3
Lysias, κατὰ Παγκλέωνος ὅτι οὐκ ἦν Πλαταιεύς 3
Not analysed yet
ἐλθὼν ἐπὶ τὸ κουρεῖον τὸ παρὰ τοὺς Ἑρμᾶς, οἷ Δεκελειεῖς προσφοιτῶσιν, ἠρώτων, οὕς τε ἐξευρίσκοιμι Δεκελειέων ἐπυνθανόμην εἴ τινα γιγνώσκοιεν Δεκελειόθεν δημοτευόμενον Παγκλέωνα. ἐπειδὴ δὲ οὐδεὶς ἔφασκεν γιγνώσκειν αὐτόν, πυθόμενος ὅτι καὶ ἑτέρας δίκας τὰς μὲν φεύγοι τὰς δʼ ὠφλήκοι παρὰ τῷ πολεμάρχῳ ἔλαχον καὶ ἐγώ.