Ancient Greek
Section 8
Lysias, κατὰ Παγκλέωνος ὅτι οὐκ ἦν Πλαταιεύς 8
Not analysed yet
τήν τε ἡλικίαν λέγων τὴν τούτου καὶ τὴν τέχνην ᾗ οὗτος χρῆται. ταῦτʼ οὖν ὡς ἀληθῆ ἐστι, τόν τε Εὐθύκριτον, ὃν πρῶτον ἠρόμην, καὶ τῶν ἄλλων Πλαταιέων ὅσοις προσῆλθον, καὶ τὸν ὃς ἔφη δεσπότης τούτου εἶναι, μάρτυρας παρέξομαι. καί μοι ἐπίλαβε τὸ ὕδωρ.