Ancient Greek · ~1 min
Section 13
Lysias, κατὰ Φιλοκράτους ἐπίλογος 13
Not analysed yet
ἐκεῖ μὲν οὖν ἐπεδείξατε αὐτοῖς, ἐὰν δὲ εὖ φρονῆτε, καὶ νυνὶ τοῦτο φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε, ὅτι οὐκ ἔστι τοσαῦτα χρήματα ἃ ὑμᾶς, οὓς ἂν λαμβάνητε ἀδικοῦντας, ἀποτρέψει τιμωρεῖσθαι, καὶ μηδεμίαν αὐτοῖς ἄδειαν δώσετε τὰ ὑμέτερα αὐτῶν διαρπάζουσι καὶ κλέπτουσιν.