Ancient Greek · ~1 min
Section 6
Lysias, κατὰ Φιλοκράτους ἐπίλογος 6
Not analysed yet
τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι ; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει·