Ancient Greek · ~1 min
Section 8
Lysias, κατὰ Φιλοκράτους ἐπίλογος 8
Not analysed yet
περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα· ἐγὼ δʼ ὑμᾶς ἀξιῶ ὑμῖν αὐτοῖς βοηθῆσαι, καὶ πολὺ μᾶλλον τοὺς ἀδικοῦντας τιμωρεῖσθαι ἢ τοὺς τὰ τῆς πόλεως ἔχοντας ἐλεινοὺς ἡγεῖσθαι. οὐδὲν γὰρ τῶν αὑτοῦ καταθήσει, ἀλλὰ τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, καὶ πολλῷ πλείω αὐτῷ τούτων περιέσται.