Ancient Greek · ~1 min
Section 19
Lysias, κατὰ Φίλωνος δοκιμασίας 19
Not analysed yet
οὐ μέντοι τοῦτόν γε χρὴ διὰ τὴν ἐκείνων ἀδυναμίαν δὶς ὠφεληθῆναι, τότε τʼ ἀφελόμενον ἃ εἶχον, νῦν τε δοκιμασθέντα ὑφʼ ὑμῶν· ἀλλὰ κἂν ὁστισοῦν παραγένηται τῶν ἀδικηθέντων, μέγα αὐτὸ ἡγήσασθε εἶναι, καὶ τοῦτον ὑπερμισήσατε, ὅστις ἐτόλμησεν, οἷς ἕτεροι διδόναι παρʼ ἑαυτῶν τι προῃροῦντο διὰ τὴν ἀπορίαν οἰκτίραντες αὐτούς, τούτων ἀφαιρεῖσθαι τὰ ὑπάρχοντα. κάλει μοι τοὺς μάρτυρας.