Ancient Greek · ~1 min
Section 17
Lysias, κατὰ θεομνήστου, Α 17
Not analysed yet
Νόμος ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν. τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά ἐστι, τό τε δρασκάζειν, ὃ νῦν ἀποδιδράσκειν ὀνομάζομεν. ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος. τὸ ἀπίλλειν τοῦτο ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου.