Ancient Greek · ~1 min
Section 23
Lysias, κατὰ θεομνήστου, Α 23
Not analysed yet
πότερον ὅτι δικαίως ἀκήκοα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων ὁ φεύγων ἐμοῦ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι; ἀλλʼ οὐχ οὗτος ὁ λόγος ἐν τῇ πόλει κατεσκέδασται.