Ancient Greek · ~1 min
Section 31
Lysias, κατὰ θεομνήστου, Α 31
Not analysed yet
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· ἐγὼ δʼ ὑμῶν δέομαι καταψηφίσασθαι Θεομνήστου, ἐνθυμουμένους ὅτι οὐκ ἂν γένοιτο τούτου μείζων ἀγών μοι. νῦν γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, ὃς μόνος, ἐπειδὴ τάχιστα ἐδοκιμάσθην, ἐπεξῆλθον τοῖς τριάκοντα ἐν Ἀρείῳ πάγῳ.