Ancient Greek · ~1 min
Section 6
Lysias, κατὰ θεομνήστου, Α 6
Not analysed yet
Μάρτυρες ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται, ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τὸν διαιτητήν, ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν.